Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὥστε μοι δοκεῖ εἰκότως ταῖς σαῖς ἀρεταῖς νενικῆσθαι καὶ Ἀλέξανδρον τὸν Φιλίππου: ᾧ λέγεται παρὰ τῶν ἐκεῖνον θαυμαζόντων, δἰ ἀνύδρου τόπου βαδίζοντι μετὰ τῶν Μακεδόνων, ἐπιμελῆ στρατιώτην ὕδωρ εὑρόντα ἀρύσασθαι καὶ προσκομίσαι: τὸν δὲ μὴ πιεῖν, ἀλλὰ ἐκχέαι

8

τὸ πόμα. Συνελόντα οὖν εἰπεῖν, τῶν πρὸ σοῦ βασιλέων βασιλικώτερόν σε κυρίως καλεῖν ἐστὶ κατὰ τὸν Ὅμηρον. Τοὺς μὲν γὰρ, οὐδὲν οἷον ἄγασθαι κεκτημένους παρειλήφαμεν: τοὺς δὲ ἐπὶ ἑνὶ μόλις ἢ δύο τὴν βασιλείαν σεμνύνοντας. Σὺ δὲ, ὦ κράτιστε, πάσας ὁμοῦ συλλαβὼν τὰς ἀρετὰς, πάντας ὑπερεβάλου εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ φιλοτιμίᾳ καὶ μεγαλοψυχίᾳ βασιλικῇ πρεπούσῃ ἀξίᾳ.

Ἀναίμακτον δὲ καὶ καθαρὰν φόνου, πάντων τῶν πώποτε γενομένων, μόνην τὴν σὴν ἡγεμονίαν ἅπας αἰὼν αὐχεῖ. Ἡδονῇ δὲ τὰ σπουδαῖα τοὺς ὑπηκόους παιδεύεις,

εὐνοίᾳ τε καὶ αἰδοῖ τὴν περὶ σὲ σπουδὴν καὶ τὰ κοινὰ ἐνδείκνυσθαι. Ὥστε μοι πάντων ἕνεκεν ἀναγκαῖον καταφαίνεται Ἐκκλησιαστικὴν Ἱστορίαν συγγράφοντι, σοὶ προσφωνῆσαι. Τίνι γὰρ μᾶλλον οἰκειότερον τοῦτο ποιήσω, πολλῶν

9
καὶ θεσπεσίων ἀνδρῶν ἀρετὴν ἀφηγῆσθαι μέλλων, καὶ τὰ συμβάντα περὶ τὴν καθόλου ἐκκλησίαν, ὅσοις τε ἐχθροῖς ὑπαντήσασα, εἰς τοὺς σοὺς καὶ τῶν σῶν πατέρων λιμένας κατῆγεν.

Ἄγε οὖν, ὦ πάντα εἰδὼς, καὶ πᾶσαν ἀρετὴν ἔχων, καὶ μάλιστα τὴν εὐσέβειαν, ἣν ἀρχὴν εἶναι σοφίας ὁ θεῖος ἐστὶ λόγος, δέχου παῤ ἐμοῦ ταύτην τὴν γραφὴν, καὶ ἐξέτασον, καὶ τὰς τῆς σῆς ἀκριβείας προσθέσεις καὶ ἀφαιρέσεις προσαγαγὼν, τοῖς σοῖς πόνοις κάθαρον. Πάντως γὰρ ὅπῃ ἄν σοι φίλον δοκοῖ, ταύτῃ καὶ τοῖς ἐντυγχάνουσι χρήσιμον καὶ λαμπρὸν φανεῖται: