Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ΦΑΣΙ τῶν πάλαι αὐτοκρατόρων ἐπιμελές τι χρῆμα γενέσθαι, τοῖς μὲν φιλοκόσμοις, ἁλουργίδα καὶ στέφανον, καὶ τὰ τούτοις παραπλήσια: τοῖς δ̓ αὖ περὶ λόγους σπουδάσασι, μυθώδη τινὰ ποίησιν, ἢ σύγγραμμα θέλγειν δυνάμενον: τοῖς δὲ τὰ περὶ πόλεμον ἀσκοῦσι, βέλος εὐστόχως ἀφεῖναι, καὶ θῆρας βάλλειν,

ἢ δόρυ ἀκοντίζειν, ἢ εἰς ἵππον ἅλλεσθαι. Προσήγγελλον δὲ ἑαυτοὺς τοῖς βασιλείοις ἕκαστος, ἐπιτηδεύων ὃ

2
τῷ κρατοῦντι φίλον ἐτύγχανεν: ὁ μὲν, δυσπόριστον ψηφίδα προσφέρων, ἕτερος δὲ λαμπροτέραν βαφὴν ἁλουργίδος ὑποτιθέμενος: ὁ δὲ ποίημα ἢ σύγγραμμα προσφωνῶν: ἄλλος δὲ εὔζωνον καὶ ξένον τὸν περὶ τὰ ὅπλα τρόπον εἰσηγούμενος. Μέγιστον δὲ καὶ βασιλικὸν ἐνομίζετο, ταυτησὶ τῆς δημώδους ἀρετῆς μόριον ἓν κεκτῆσθαι τὸν πάντων ἡγούμενον. Εὐσεβείας δὲ, τοῦ ἀληθοῦς κόσμου τῆς βασιλείας, οὐδενὶ τοσοῦτος λόγος ἐγένετο.

Σὺ δὲ, ὦ κράτιστε βασιλεῦ Θεοδόσιε, συλλήβδην εἰπεῖν, πᾶσαν ἐπήσκησας ἀρετὴν διὰ Θεοῦ. Ἁλουργίδα δὲ καὶ στέφανον πρὸς τοὺς θεωμένους, σύμβολον τῆς ἀξίας περικείμενος, ἔνδοθεν ἀεὶ τὸν ἀληθῆ κόσμον τῆς βασιλείας ἠμφίεσαι, τὴν εὐσέβειαν καὶ τὴν φιλανθρωπίαν. Ὅθεν ἑκάστοτε ποιηταὶ καὶ

3
συγγραφεῖς, καὶ τῶν σῶν ὑπάρχων οἱ πλείους, καὶ τῶν λοιπῶν ὑπηκόων, περί σε καὶ τὰς σὰς πράξεις πονοῦσιν.