Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν,
- ὃς νῦν λαὸν ἔγειρεν, ἔοικε δὲ μῆτʼ Ἀχιλῆα
- μήτε τινʼ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης
- μαρναμένους· τῷ μή τι φεβώμεθα μῶλον Ἄρηος,
- εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες·
- ἢ οὔπω τόδε οἴδατʼ ἀνὰ φρένας, ὡς ἀλεγεινοῖς
- ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος,
- ἐκ δʼ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ
- Ζεὺς ἐπάγει μερόπεσσι διʼ ἠέρος εὔδιον ἦμαρ,
- ἔκ τʼ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο
- εἰρήνη; τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.
- ὣς φάτο· τοὶ δʼ ἐς Ἄρηα μεμαότες ἐντύναντο
- ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ
- μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.
- ἔνθʼ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν
- ἔντἐ ἀποιχομένῳ παρενήνεε δακρυχεούσα·
- τῷ δʼ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ
- τεύχεα πάντα φέρεσκον· ὁ δέ σφισιν ἄλλοτε μέν που
- ἄχνυτʼ ὀδυρομένοις, ὁτὲ δʼ ἔμπαλι μειδιάασκε
- παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον