Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐτοῦ·
  2. ἄλλῷ δʼ αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν
  3. ἀμφετίθει μελέεσσι κακῆς ἀλκτήρια χάρμης
  4. πολλὰ παρηγορέων φίλον υἱέα, μηδενὶ εἴκειν
  5. ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ
  6. ταρφέα σήματʼ ἔχοντα παλαιῆς δηιοτῆτος.
  7. ἀλλʼ ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν,
  8. ἄστεος ἐξεχέοντο μέγʼ ἱέμενοι πολέμοιο
  9. λευγαλέου· ταχέεσσι δʼ ἐφʼ ἱππήεσσιν ὄρουσαν
  10. ἱππῆες· πεζοῖσι δʼ ἐπέχραον ἔθνεα πεζῶν·
  11. ἅρμασι δʼ ἅρμαθʼ ἵκοντο καταντίον· ἔβραχε δὲ χθὼν
  12. ἐς μόθον ἐσσυμένων· ἐπαΰτεε δʼ οἷσιν ἕκαστος
  13. κεκλόμενος· τοὶ δʼ αἶψα συνήιον· ἀμφὶ δʼ ἄρα σφι
  14. τεύχἐ ἐπεσμαράγησε· μίγη δʼ ἑκάτερθεν ἀϋτὴ
  15. λευγαλέη· τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα
  16. βαλλόμενʼ ἀμφοτέρωθεν· ὑπʼ ἔγχεσι δʼ ἀσπίδες ἀνδρῶν
  17. θεινόμεναι κτυπέεσκον ἀάσχετον αἱ δʼ ὑπʼ ἀκόντων
  18. καὶ ξιφέων· πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν
  19. ἀνέρες οὐτάζοντο· φορύνετο δʼ ἔντεα φωτῶν
  20. αἵματι. Τρωιάδες δʼ ἀπὸ τείχεος ἐσκοπίαζον