Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κινυμένων· ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν.
  2. καὶ τότʼ ἄρʼ ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσος
  3. Δηιφόβῳ καὶ θῆκε μάλʼ ἄτρομον, ἠὲ καὶ αὐτοῦ
  4. θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρʼ ἀπὸ πάτρης
  5. δυσμενέων ἀλεγεινὸν ὑπʼ ἔγχεϊ λαὸν ἐλάσσῃ·
  6. θαρσαλέον δʼ ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν·
  7. ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε
  8. μνησάμενοι, στονόεντος ὅσα πτολέμοιο τελευτὴ
  9. ἄλγἐ ἐπʼ ἀνθρώποισι δορυκτήτοισι τίθησιν·
  10. οὐ γὰρ Ἀλεξάνδροιο πέλει πέρι μοῦνον ἄεθλος
  11. οὐδʼ Ἑλένης, ἀλλʼ ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν
  12. ἠδʼ ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων
  13. πάσης τʼ ἀγλαΐης καὶ κτήσιος ἠδʼ ἐρατεινῆς
  14. γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψοι
  15. μᾶλλον, ἢ ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην
  16. δυσμενέων· οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο
  17. πῆμα μετʼ ἀνθρώποισιν ὀϊζυροῖσι τετύχθαι.
  18. τοὔνεκʼ ἀπωσάμενοι στυγερὸν δέος ἀμφʼ ἐμὲ πάντες
  19. καρτύνασθʼ ἐπὶ δῆριν ἀμείλιχον· οὐ γὰρ Ἀχιλλεὺς
  20. ζωὸς ἔθʼ ἡμῖν ἄντα μαχήσεται, οὕνεκʼ ἄρʼ αὐτὸν