Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δυσμενέες, Δαναοὶ γεγηθότες εἰσορόωσι
  2. σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα.
  3. ὣς εἰπὼν ἀπὸ ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν.
  4. βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος
  5. οὐκ οἶος· ἄμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες
  6. Μυρμιδόνων, Φοῖνιξ δʼ ὁ γέρων μετὰ τοῖσιν ὀπήδει
  7. λυγρὸν ἀναστενάχων περικυδέος ἀμφʼ Ἀχιλῆος.
  8. νὺξ δʼ ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δʼ οὐρανὸν ἄστρα·
  9. οἱ δʼ ἄρα δορπήσαντες ἕλονθʼ ὕπνον· ἔγρετο δʼ Ἠώς.
  10. Ἀργεῖοι δʼ ἄρʼ ἔδυσαν ἐν ἔντεσι· τῆλε δʼ ἀπʼ αὐτῶν
  11. αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα·
  12. καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο
  13. πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵ τε φέρονται
  14. ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ·
  15. ὣς οἵ γʼ ἐξεχέοντο πρὸ τείχεος, ὦρτο δʼ ἀϋτὴ
  16. σμερδαλέη· μέγα δʼ αἶα περιστεναχίζετʼ ἰόντων.
  17. Τρῶες δʼ εὖτʼ ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο,
  18. θάμβησαν· πᾶσιν δὲ κατεκλάσθη κέαρ ἔνδον
  19. πότμον ὀϊομένων· περὶ γὰρ νέφος ὣς ἐφαάνθη
  20. λαὸς δυσμενέων· κανάχιζε δὲ τεύχεα φωτῶν