Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Τρῶες δʼ ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα,
  2. ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο·
  3. τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι·
  4. τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων
  5. Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα
  6. ---
  7. δινήεις προΐησιν ἀεξόμενος Διὸς ὄμβρῳ.
  8. υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς
  9. τύμβον ἐς εὐρώεντα· κύσεν δʼ ὅ γε δάκρυα χεύων
  10. στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος·
  11. καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε·
  12. χαῖρε πάτερ καὶ ἔνερθε κατὰ χθονός· οὐ γὰρ ἔγωγε
  13. λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμʼ Ἀΐδαο·
  14. ὡς εἴθε ζωόν σε μετʼ Ἀργείοισι κίχανον·
  15. τῷ κε τάχʼ ἀλλήλοισι φρένας τερφθέντʼ ἐνὶ θυμῷ
  16. Ἰλίου ἐξ ἱερῆς ληισσάμεθʼ ἄσπετον ὄλβον·
  17. νῦν δʼ οὔτʼ ἄρ σύ γʼ ἐσεῖδες ἑὸν τέκος οὔτε σʼ ἔγωγε
  18. εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι.
  19. ἀλλὰ καὶ ὣς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος
  20. σὸν δόρυ καὶ τεὸν υἷα μέγʼ ἐν δαῒ πεφρίκασι