Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀϊστοῖς
  2. δυσμενέας δάμνασθαι, ὅτʼ ἀντία σεῖο μάχονται.
  3. ἀνδράσι γὰρ βιότοιο πολυπλάγκτοιο κέλευθοι
  4. πᾶσαν ἀνʼ ἤπειρον πέλαγός τʼ ἀνὰ μακρὸν ἄϊστοι
  5. Μοιράων ἰότητι πολυσχιδέες τε πέλονται,
  6. πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη·
  7. τῶν δὲ διʼ αἰζηοὶ φορέονθʼ ὑπὸ δαίμονος Αἴσῃ
  8. εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο
  9. σευομένοις· ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ
  10. πολλάκις, οὐκ ἐσθλὸς δʼ ἀγαθῇ· τὰς δʼ οὔτʼ ἀλέασθαι
  11. οὔτʼ ἄρ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατʼ ἀνήρ·
  12. χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθʼ ὑπʼ ἀέλλαις
  13. οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀϊζύν.
  14. ἀλλʼ ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,
  15. ἐξαῦτις δώροισιν ἀρεσσόμεθʼ ἀπλήτοισι,
  16. Τρώων ἤν ποθʼ ἕλωμεν ἐϋκτίμενον πτολίεθρον·
  17. νῦν δὲ λάβʼ ἑπτὰ γυναῖκας ἐείκοσί τʼ ὠκέας ἵππους
  18. ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν
  19. τέρψεις ἤματα πάντα· καὶ ἐν κλισίῃσιν ἐμῇσιν
  20. αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται.