Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς εἰπὼν ἥρωι πόρεν περικαλλέα δῶρα.
  2. τὸν δʼ ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός·
  3. ὦ φίλος, οὔ τοι ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ
  4. Ἀργείων, τῶν εἴ τις ἔτʼ ἤλιτεν εἵνεκʼ ἐμεῖο·
  5. οἶδα γάρ, ὡς στρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς,
  6. οὐδʼ αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδʼ ἀσύφηλον,
  7. ἀλλʼ ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δʼ ἤπιον εἶναι.
  8. νῦν δʼ ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι
  9. βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν.
  10. ὣς εἰπών ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε
  11. σφῶν ἑτάρων· οἱ δʼ αἶψα φιλοπτολέμῳ βασιλῆι
  12. εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες·
  13. αὐτὰρ ὅ γʼ ἀσπασίως κατελέξατο μέχρις ἐπʼ ἠώ.
  14. νὺξ δʼ ἀνεχάσσατο δῖα· φάος δʼ ἐρύθηνε κολώνας
  15. ἠελίου, καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα.
  16. Ἀργεῖοι δʼ ὀλοοῖο μέγʼ ἱέμενοι πολέμοιο
  17. οἱ μὲν δούρατα θῆγον ἐΰξοα, τοὶ δὲ βέλεμνα,
  18. ἄλλοι δʼ αἰγανέας· ἅμα δʼ ἠοῖ δαῖτα πένοντο
  19. αὐτοῖς ἠδʼ ἵπποισι· πάσαντο δὲ πάντες ἐδωδήν.
  20. τοῖσιν δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱός