Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ·
  2. ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε
  3. πᾶν δέμας αἶψʼ ἀνέθηλεν· ἐϋτροχάλῳ δʼ ἐνὶ κοίλῃ
  4. κάλλιπε κήδεα πάντα, τά οἱ περιδάμνατο θυμόν.
  5. Ἀτρεῖδαι δʼ ὁρόωντες ἅτʼ ἐκ θανάτου ἀνιόντα
  6. ἀνέρα θαυμάζεσκον· ἔφαντο γὰρ ἔμμεναι ἔργον
  7. ἀθανάτων· τὸ δʼ ἄρʼ ἦεν ἐτήτυμον, ὡς ἐνόησαν·
  8. καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν
  9. ἐσθλὴ Τριτογένεια· φάνη δʼ ἄφαρ, οἷος ἔην περ
  10. τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι.
  11. καὶ τότʼ ἄρʼ ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο
  12. πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα·
  13. καί μιν κυδαίνοντες ἐπʼ εἰλαπίνῃσι γέραιρον.
  14. ἀλλʼ ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,
  15. δὴ τότε μιν προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
  16. ὦ φίλʼ, ἐπειδή περ σὲ θεῶν ἰότητι πάροιθε
  17. Δήμνῳ ἐν ἀμφιάλῳ λίπομεν, βλαφθέντε νόημα,
  18. μὴ δὴ νῦν [*](Zimmermann, for mhdʼ h(mi=n of v.) χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι·
  19. οὐ γάρ ἄνευ μακάρων τάδʼ ἐρέξαμεν, ἀλλά που αὐτοὶ
  20. ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι