Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν· [*](Verse inserted by Zimmermann, ex P.)
  2. ὣς ἄρʼ ὑπʼ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα
  3. θαρσαλέοι ἥρωες ἐπικλινθέντα φέρεσκον
  4. Ἀργείων ἐς ὅμιλον ἀρήιον· οἱ δʼ ἐσιδόντες
  5. ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ
  6. ἕλκεϊ τειρόμενον· τὸν δὲ στερεὸν καὶ ἄνουσον
  7. ὠκύτερον ποίησε νοήματος αἰψηροῖο
  8. ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε
  9. πάσσων φάρμακα πολλὰ καθʼ ἕλκεος, εὖ δὲ κικλήσκων
  10. οὔνομα πατρὸς ἑοῖο· θοῶς δʼ ἰάχησαν Ἀχαιοὶ
  11. πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.
  12. καί μιν φαιδρύναντο καὶ ἀμφί ἑ χρῖσαν ἐλαίῳ
  13. προφρονέως· ὀλοὴ δὲ κατηφείη καὶ ὀϊζὺς
  14. ἀθανάτων ἰότητι κατέφθιτο· τοὶ δʼ ἀνὰ θυμὸν
  15. τέρποντʼ εἰσορόωντες· ὁ δʼ ἄμπνυεν ἐκ κακότητος·
  16. ἀχροίῃ δʼ ἄρʼ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ
  17. ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δʼ ἅψεα πάντα.
  18. ὡς δʼ ὁπότʼ ἀλδαίνηται ἐπὶ σταχύεσσιν ἄρουρα,
  19. ἣν τὸ πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ
  20. ὄμβρος ἐπιβρίσας, ἡ δʼ ἀλδομένη ἀνέμοισι