Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐξόπιθεν πνείοντα τανυπρώρου νεὸς οὖρον.
  2. ἱστία δʼ αἶψʼ ἐτάνυσσαν ὑπʼ ἀμφοτέροισι πόδεσσι,
  3. νῆα κατιθύνοντες ἐΰζυγον· ἡ δʼ ὑπʼ ἰωῇ
  4. ἔσσυτʼ ἐπὶ πλατὺ χεῦμα· μέλαν δʼ ἀμφέστενε κῦμα
  5. ῥηγνύμενον· πολιὸς δὲ περίζεε πάντοθεν ἀφπός·
  6. ἀθφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο
  7. ῥίμφα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.
  8. οἱ δʼ ἄφαρ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντʼ ἀφίκοντο,
  9. ᾗχι καὶ ἄλλαι νῆες ἔσαν· κεχάροντο δʼ Ἀχαιοί,
  10. ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. οἱ δʼ ἄρα νηὸς
  11. ἀσπασίως ἀπέβησαν· ἔχεν δʼ ἄρα χεῖρας ἀραιὰς
  12. Ποίαντος θρασὺς υἱὸς ἐπʼ ἀνέρας, οἵ ῥά μιν ἄμφω
  13. λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον
  14. ἀμφοτέρων κρατερῇσιν ἐπικλινθέντα χέρεσσιν·
  15. ἠΰτʼ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν
  16. φηγὸν ὑφʼ ὑλοτόμοιο βίης ἤ πίονα πεύκην
  17. τυτθὸν ἔθʼ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ.
  18. πρέμνον ὑποτμήγων λιπαρόν, δάος ὄφρα πέληται
  19. πίσσα πυρὶ δμηθεῖσα κατʼ οὔρεα, τὴν δʼ ἀλεγεινῶς
  20. ἀχθομένην ἄνεμός τε καὶ ἀδρανίη ποτικλίνῃ