Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλʼ αἰεὶ μογεροῖσιν ἐπʼ ἀνδράσιν ἀπροτίοπτοι
  2. στρωφῶντʼ ἤματα πάντα, βροτῶν γένος [*](Zimmermann, for μένος of v.) ἄλλοτε μέν που
  3. βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε
  4. ἔκποθι κυδαίνουσαι· ἐπεὶ μάλα πάντα βροτοῖσι
  5. κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται
  6. αὐταὶ ὅπως ἐθέλουσιν. ὁ δʼ εἰσαΐων Ὀδυσῆος
  7. ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν
  8. ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,
  9. ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσʼ ἐπεπόνθει.
  10. οἱ δέ μιν αἶψʼ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους
  11. καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις·
  12. καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος
  13. σπόγγῳ ἐϋτρήτῳ, κατὰ δʼ ἔκλυσαν ὕδατι πολλῷ.
  14. ἀμπνύνθη δʼ ἄρα τυτθόν· ἄφαρ δέ οἱ ἐγκονέοντες
  15. δόρπον ἐῢν τεύξαντο μεμαότι· σὺν δὲ καὶ αὐτοὶ
  16. δαίνυντʼ ἔνδοθι νηός. ἐπήλυθε δʼ ἀμβροσίη νύξ,
  17. τοῖσι δʼ ἐφʼ ὕπνος ὄρουσε· μένον δʼ ἄχρις Ἠριγενείης
  18. ἀμφιάλου Λήμνοιο παρʼ ᾐόσιν· αὐτὰρ ἅμʼ ἠοῖ
  19. πείσμαθʼ ὁμῶς εὐνῇσιν ἐϋγνάμπτοισιν ἄειραν
  20. ἔκτοθεν ἐγκονέοντες· ἐπιπροέηκε δʼ Ἀθήνη