Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χερσὶν ὑπʼ ἀκαμάτῃσι τετυγμένον Ἡρακλῆος.
  2. τοὺς δʼ ὁπότʼ εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας,
  3. ἐσσυμένως οἴμησεν ἐπʼ ἀμφοτέροισι τανύσσαι
  4. ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ,
  5. οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο
  6. μοῦνον ἐρημαίοισιν ἐπʼ αἰγιαλοῖσι θαλάσσης.
  7. καί νύ κεν αἶψʼ ἐτέλεσσεν, ἅ οἱ θρασὺς ἤθελε θυμός,
  8. εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη
  9. ἀνέρας εἰσορόωντος ὁμήθεας· οἱ δέ οἱ ἄγχι
  10. ἤλυθον ἀχνυμένοισιν ἐοικότε· καί ῥά μιν ἄμφω
  11. ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν
  12. ἕλκεος ἀμφʼ ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων
  13. εἴροντʼ· αὐτὰρ ὁ τοῖσιν ἑὰς διεπέφραδʼ ἀνίας.
  14. οἱ δέ ἑ θαρσύνεσκον· ἔφαντο δέ οἱ λυγρὸν ἕλκος
  15. ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,
  16. ἢν στρατὸν εἰσαφίκηται Ἀχαιικόν, ὅν ῥα καὶ αὐτὸν
  17. φάντο μέγʼ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς
  18. Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔτινʼ Ἀχαιῶν
  19. αἴτιον ἔμμενʼ ἔφαντο κατὰ στρατόν, ἀλλʼ ἀλεγεινὰς
  20. μοίρας, ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν,