Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει,
  2. Τρῶας ὑπʼ Ἀργείοισιν ὀϊζυρῶς ἀπολέσσαι,
  3. ἔρξον ἄφαρ, μηδʼ ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε.
  4. ἦ ῥα μέγʼ εὐχόμενος· τοῦ δʼ ἔκλυεν οὐρανόθι Ζεύς·
  5. καὶ τὸ μὲν αἶψʼ ἐτέλεσσε, τὸ δʼ οὐκ ἤμελλε τελέσσειν·
  6. δὴ γάρ οἱ κατένευσεν, ὅπως ἀπὸ πολλοὶ ὄλωνται
  7. Τρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δʼ υἱ̓͂ Ἀχιλῆος
  8. τρεψέμεν οὐ κατένευσεν ἀπʼ εὐρυχόροιο πόληος,
  9. ἀλλά ἑ μᾶλλον ἔγειρεν, ἐπεί νύ ἑ θυμὸς ἀνώγει
  10. ἦρα φέρειν καὶ κῦδος ἐΰφρονι Νηρηίνῃ.
  11. καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων.
  12. μεσσηγὺς δὲ πόληος ἰδʼ ευρέος Ἑλλησπόντου
  13. Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃ
  14. καῖον ὁμῶς ἵπποισι· μάχη δʼ ἐπέπαυτο φόνοιο,
  15. οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην
  16. εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς
  17. λισσόμενος νέκυας πυρὶ καίεμεν· οἱ δʼ ἐπίθοντο
  18. αἰδόμενοι κταμένους· οὐ γάρ σφισι μῆνις ὀπηδεῖ.
  19. ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς,
  20. δὴ τότʼ ἄρʼ Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο,