Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον
  2. ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες
  3. ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔτι τίεσκον,
  4. ἀλλʼ ἄρα δμωιάδεσσι παρευνάζοντο γυναιξὶ
  5. Θρηικίῃς, τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν
  6. πέρθοντές ποτε γαῖαν ἀρηιφίλων Θρηΐκων·
  7. αἱ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος
  8. θυμὸν ἀνοιδήσαντο, φίλους δʼ ἀνὰ δώματʼ ἀκοίτας
  9. κτεῖνον ἀνηλεγέως, ὑπὸ χείρεσιν, οὐδʼ ἐλέησαν
  10. κουριδίους περ ἐόντας· ἐπεὶ μέγα μαίνεται ἦτορ
  11. ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ
  12. ἀμφιπέσῃ· κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι·
  13. ἀλλʼ αἵ γε σφετέροισιν ἐπʼ ἀνδράσι πῆμʼ ἐβάλοντο
  14. νυκτὶ μιῇ, καὶ πᾶσαν ἐχηρώσαντο πόληα
  15. παρθέμεναι φρεαὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος.
  16. οἱ δʼ ὅτε δὴ Λῆμνον ζαθέην κίον ἠδὲ καὶ ἄντρον
  17. λαΐνεον, τόθι κεῖτο πάϊς Ποίαντος ἀγαυοῦ,
  18. δὴ τότʼ ἄρα σφίσι θάμβος ἐπήλυθεν, εὖτʼ ἐσίδοντο
  19. ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντʼ ὀδύνῃσι
  20. κεκλιμένον στυφελοῖο κατʼ οὔδεος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ