Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἶψα δʼ ἀναρρήξας μεγάλης χθονὸς αἰπὺ βέρεθρον
  2. αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν
  3. θήσω ὑπὸ ζόφον εὐρύν· ἄχος δέ τοι ἔσσεται αὐτῷ.
  4. ὣς φάθʼ· ὁ δʼ ἁζόμενος μέγʼ ἀδελφεὸν οἷο τοκῆος
  5. δείσας τʼ ἀμφὶ πόληος ἐϋσθενέων θʼ ἅμα λαῶν
  6. χάσσατʼ ἐς οὐρανὸν εὐρύν, ὁ δʼ εἰς ἅλα. τοὶ δʼ ἐμάχοντο
  7. ἀλλήλους ὀλέκοντες, Ἔρις δʼ ἐπετέρπετο χάρμῃ,
  8. μέσφʼ ὅτε δὴ Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ
  9. ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο·
  10. οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ,
  11. πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν
  12. ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος.
  13. καὶ τὸ μὲν ἢ ἀγαθοῖσιν ἐπεφράσατʼ οἰωνοῖσιν,
  14. ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐπέδρακεν· οὐ γὰρ ἄϊδρις
  15. μαντοσύνης ἐτέτυκτο· θεὸς δʼ ὣς ᾔδεε πάντα.
  16. τῷ πίσυνοι στονόεντος, ἀποιχόμενοι πολέμοιο
  17. Ἀτρεῖδαι προέηκαν ἐϋκτιμένην ποτὶ Λῆμνον
  18. Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τʼ Ὀδυσῆα
  19. νηὶ θοῇ τοὶ δʼ αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο
  20. ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης,