Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο·
  2. ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ
  3. λευγαλέου· δὴ γάρ μιν ἐπὴν ἕλε λιμὸς ἀτερπής,
  4. βάλλεν ἀάσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε·
  5. καὶ τὰ μὲν ἄρ κατέδαπτε, τὰ δὲ πτερά οἱ περίβαλλε.
  6. φύλλα δέ οἱ παρέκειτο, τά θʼ[*](Zimmermann’s suggested supplementum of lacuna.) ἕλκεος οὐλομένοιο
  7. ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης.
  8. αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο
  9. θηρὸς ὅπως ὀλοοῖο, τὸν ἀργαλέης δόλος ἄγρης
  10. μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δʼ ὑπʼ ἀνάγκης
  11. τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι
  12. κόψας εἰς ἑὸν ἄντρον ἀφίκεται, ἀμφὶ δέ οἱ κῆρ
  13. τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι·
  14. ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατʼ ἀνίη·
  15. καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δʼ ὀστέα μοῦνον
  16. ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἀμφέχυτʼ αὐχμὴ
  17. λευγαλέον ῥυπόωντος· ἀνιηρὸν δέ μιν ἄλγος,
  18. δάμνατο· κοῖλαι δʼ ἔσκον ὑπʼ ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ
  19. αἰνῶς τειρομένοιο· γόος δέ μιν οὔποτʼ ἔλειπεν,
  20. οὕνεκά οἱ μέλαν ἕλκος, ἐς ὀστέον ἄχρις ἱκέσθαι,