Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δʼ Ἀχαιοῖς
  2. μίμνειν αἱματόεντα κατὰ κλόνον. οὐδʼ Ἐνοσίχθων
  3. ὄβριμος ἠγνοίησε· μένος δʼ ἐνέπνευσεν Ἀχαιοῖς
  4. ἤδη τειρομένοισι· μάχη δʼ ἀΐδηλος ἐτύχθη
  5. ἀθανάτων βουλῇσιν· ὄλοντο δὲ μυρία φῦλα
  6. αἰζηῶν ἑκάτερθε. κοτεσσάμενος δʼ ἄρʼ Ἀπόλλων
  7. Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἱ̓͂ Ἀχιλῆος
  8. αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα· τοῦ δʼ ἄρα θυμὸν
  9. οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες,
  10. ἄλλα τε σήματα πολλά· χόλος δέ οἱ οὐκέτʼ ἔμελλε
  11. πείθεσθαι τεράεσσι· τὸ δʼ οὐ λάθε Κυανοχαίτην·
  12. ---
  13. ἠέρι θεσπεσίῃ κεκαλυμμένος· ἀμφὶ δὲ ποσσὶ
  14. νισσομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα·
  15. τοῖον δʼ ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι·
  16. ἴσχε κότον, [*](Zimmermann, for te/kos, of MSS.) καὶ μήτι πελώριον υἱ̓͂ Ἀχιλῆος
  17. κτείνῃς· οὐδὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο
  18. γηθήσει· μέγα δʼ ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν
  19. ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφʼ Ἀχιλῆα·
  20. ἀλλʼ ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς,