Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. παρθέμενοι πονεώμεθʼ ὑπὲρ μένος, εἰσόκε Τροίης
  2. πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ·
  3. αἰδὼς γάρ, μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας
  4. ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας·
  5. τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην.
  6. ὣς φάτο· τοὶ δʼ ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν
  7. θαρσαλέως, Τρώεσσι δʼ ἐπέδραμον· οἱ δὲ καὶ αὐτοὶ
  8. προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δʼ αὖτε
  9. ἔντοσθεν πυλέων ἀπὸ τείχεος· οὐδʼ ἀπέληγε
  10. δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι
  11. δυσμενέων στρατὸν αἰνόν, ἐϋσθενέων δʼ Ἀργείων
  12. ἄστυ διαπραθέειν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς.
  13. καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων
  14. ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι
  15. Λητοΐδης· τὸν δʼ αἶψα θοαὶ φορέεσκον ἄελλαι
  16. τεύχεσι χρυσείοισι κεκασμένον· ἀμφὶ δὲ μακραὶ
  17. μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι·
  18. ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν· ἔβραχε δʼ αἰθὴρ
  19. θεσπέσιον καὶ γαῖα μέγʼ ἴαχεν, εὖτʼ ἀκάμαντας
  20. θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας· ἐκ δʼ ἐβόησε