Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Τρῶες ἴσαν φεύγοντες· ὁ δʼ ἐς κενεὴν δόρυ τύψας
- ἠέρα Πηλείδαο πάϊς ποτὶ μῦθον ἔειπεν·
- ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ
- ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις, ὅς σʼ ἐκάλυψε
- νύκτα βαλὼν καθύπερθε, καὶ ἐκ κακότητος ἔρυσσεν.
- ὣς ἄρʼ ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων
- εὖτʼ ὀμίχλην διέχευε· λύθη δʼ εἰς ἠέρα μακρήν·
- αὐτίκα δʼ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών.
- Τρῶας δʼ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας
- Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δʼ ἄρα πατρὶ ἐοικὼς
- ἀντία δυσμενέων, οἵ μιν φοβέοντο κιόντα·
- ἠΰτε κῦμʼ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι
- ναῦται, ὅ τʼ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται
- εὐρὺ μάλʼ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος·
- ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμφεχε Τρῶας.
- τοῖον δʼ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι·
- κλῦτε φίλοι καῖ θάρσος ἐνὶ στήθεσσι βάλεσθε
- ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς
- νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι
- καὶ κλέος ἐκ πολέμοιο δυσηχέος· ἀλλʼ ἄγε θυμὸν