Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄλλοτε μὲν φεύγειν, ὁτὲ ὁτὲ δʼ ἀνέρος ἄντα μάχεσθαι·
  2. ὡς δʼ ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων
  3. θῶας ἀποσσεύῃσι, λέων δʼ ἑτέρωθι φανείη
  4. ἔκποθεν ἐσσύμενος, τοῦ δʼ ἵσταται ἄσπετος ὁρμὴ
  5. οὔτε πρόσω μεμαῶτος ἔτʼ ἐλθέμεν οὔτʼ ἄρʼ ὀπίσσω,
  6. θήγει δʼ ἀφριόωντας ὑπὶ γναθμοῖσιν ὀδόντας·
  7. ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις
  8. πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί.
  9. τὸν δʼ υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος·
  10. Πριαμίδη, τί νυ τόσσον ἐπʼ Ἀργείοισι μέμηνας
  11. χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν
  12. φεῦγον ἐπεσσυμένοιο, σὺ δʼ ἔλπεο πολλὸν ἄριστος
  13. ἔμμεναι; ἀλλὰ σοὶ εἴπερ ὑπὸ κραδίῃ μένος ἐστίν,
  14. ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς.
  15. ὣς εἰπὼν οἴμησε λέων ὡς ἄντʼ ἐλάφοιο
  16. ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο·
  17. καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν,
  18. εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων
  19. ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο
  20. ἥρπασε, καί μιν ἔθηκε ποτὶ πτόλιν, ᾗχι καὶ ἄλλοι