Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐμβεβαὼς ἵπποισι, περιτρομέει δʼ ἄρα μαῖα
  2. ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο
  3. τεύχἐ ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα·
  4. τοῖος Ἀχιλλῆος κρατεροῦ πάϊς ἤιεν ἄντην
  5. ἐσθλοῦ Δηιφόβοιο· κόνις δʼ ἐπαείρετο πολλὴ
  6. ἵππων ἀμφὶ πόδεσσιν· ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ
  7. Αὐτομέδων ἐνόησεν, ὅτις πέλεν· αἶψα δʼ ἄνακτι
  8. τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφαύσκων·
  9. ὦ ἄνα, Δηιφόβοιο πέλει στρατός, ὅς τε [*](Zimmermann, for h)de\ of MS.) καὶ αὐτὸς
  10. σεῖο πάροιθε τοκῆος ὑπέτρεμε· νῦν δέ οἱ ἐσθλὸν
  11. ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος.
  12. ὣς ἄρʼ ἔφη· ὁ δʼ ἄρʼ οὔτι προσέννεπεν, ἀλλʼ ἔτι μᾶλλον
  13. ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα
  14. ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι.
  15. ἀλλʼ ὅτε δή ῥʼ ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι,
  16. δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο
  17. ἔστη, ὅπως πῦρ αἰνόν, ὅθʼ ὕδατος ἐγγὺς ἵκηται·
  18. θάμβεε δʼ εἰσορόων κρατερόφρονος Αἰακίδαο
  19. ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔτι τοκῆος
  20. μείονα. τοῦ δʼ ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν