Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν
  2. ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης
  3. ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν·
  4. ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος,
  5. Τυδείδης δʼ ἑτέρωθεν ἐϋμμελίης τʼ Ἀγαμέμνων
  6. ἄλλοι τʼ ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο
  7. προφρονέως ἀνὰ δῆριν ἀμείλιχον· οὐδὲ μὲν ἐσθλοῖς
  8. Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ
  9. ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον
  10. χαζομένους· πολέες γε μὲν οὐκ ἀλέγοντες ἄνακτων
  11. ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.
  12. ὀψὲ δʼ ἄρʼ εἰσενόησε περὶ προχοῇσι Σκαμάνδρου
  13. ὀλλυμένους Δαναοὺς κρατερὸς πάϊς Αἰακίδαο
  14. αἰὲν ἐπασσυτέρους· λίπε δʼ οὓς πάρος αὐτόθʼ ἔναιρε,
  15. φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε
  16. κεῖσʼ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.
  17. αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων
  18. σεύεσκεν μάστιγι ποτὶ κλόνον· δἱ δʼ ἐπέτοντο
  19. ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.
  20. οἶος δʼ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης