Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἦμος δʼ ἤνυτο νυκτὸς ἄπο κνέφας, ἔγρετο δʼ Ἠὼς
  2. ἐκ περάτων, μάρμαιρε δʼ ἀπείριτον ἄσπετος αἰθήρ,
  3. δὴ τότʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων
  4. ἂμ πεδίον πάπταινον, ἴδοντο δὲ Ἰλίου ἄκρην
  5. ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον
  6. Τρῶες δʼ οὐκέτʼ ἔφαντο πρὸ τείχεος αἰπεινοῖο
  7. στήμεναι ἐν πολέμῳ· μάλα γὰρ δέος ἔλλαβε πάντας
  8. ζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα· [*](Verse inserted by Zimmermann, ex P.)
  9. Ἀντήνωρ δʼ ἐν τοῖσι θεῶν ἠρήσατʼ ἄνακτι·
  10. Ζεῦ, Ἴδης μεδέων ἠδʼ οὐρανοῦ αἰγλήεντος,
  11. κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος
  12. τρέψον ἀφʼ ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα,
  13. εἴγʼ ὅ γʼ Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμʼ Ἀΐδαο,
  14. εἴτε τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ·
  15. λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο
  16. πολλοὶ ἀποφθινύθουσι, κακοῦ δʼ οὐ γίνετʼ ἐρωή,
  17. ἀλλὰ φόνος τε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει·
  18. Ζεῦ πάτερ, οὐδέ νυ σοί τι δαϊζομένων ὑπʼ Ἀχαιοῖς
  19. μέμβλεται, ἀλλʼ ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο
  20. Δαρδάνου ἀντιθέοιο μέγʼ Ἀργείοισιν ἀρήγεις.