Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.
  2. οὐδὲ μὲν οὐδʼ ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο,
  3. ἀλλά σφεας ἐδάϊζεν Ἀχιλλέος ὄβριμος υἱὸς
  4. ἀμφʼ ἄλλῃσι φάλαγξι· Θέτις δέ που εἰσορόωσα
  5. τέρπετʼ ἐφʼ υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι·
  6. τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι
  7. πίπτεν ὁμῶς ἵπποισιν· ὁ δʼ ἑσπόμενος κεράϊζεν.
  8. ἔνθʼ Ἀμίδην ἐδάϊξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ
  9. ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητʼ ἐρατεινῆς
  10. ἱππασίης· δὴ γάρ μιν ὑπʼ ἔγχεϊ τύψε φαεινῷ
  11. ἐς νηδύν· αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν.
  12. ἔγκατα δʼ ἐξεχύθησαν· ἕλεν δέ μιν οὐλομένη Κὴρ
  13. ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα.
  14. εἶλε δʼ ἄρʼ Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας
  15. δουρὶ μέγα στομάχοιο ποτὶ στόμα, τὰν δʼ ὑπὸ λαιμόν,
  16. καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.
  17. ἄλλους δʼ ἔκτανεν αἰέν, ὅσους κίχε· τίς κεν ἐκείνους
  18. ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο
  19. χερσὶ Νεοπτολέμοιο; κάμεν δέ οἱ οὔποτε μυῖα·
  20. ὡς δʼ ὁπότʼ αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι