Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ
  2. θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δʼ ὑπὸ χερσὶ
  3. μυρίοι ἐκτείνοντο· πέδον δʼ ἐστείνετο νεκρῶν.
  4. ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης
  5. δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,
  6. ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν
  7. σὺν πυρὶ δούρατα πολλά· τὰ δʼ ἄλλοθεν ἄλλα πεσόντα
  8. πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δʼ ἐπιτέρπεται ἔργῳ·
  9. ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ
  10. ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι.
  11. καί ῥʼ ὀι μὲν Τρώεσσιν ὁμίλεον, οἱ δʼ ἐφέβοντο
  12. εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον· τοὺς δʼ ὕδατος εἴσω
  13. Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο·
  14. ὡς δʼ ὁπότʼ ἰχθυόεντος ἐπʼ ᾐόσιν Ἑλλησπόντου
  15. δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες
  16. κολπωθὲν ποτὶ γαῖαν, ἔσω δʼ ἁλὸς εἰσέτʼ ἐόντος
  17. ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς
  18. αἰνὸν ἐπὶ ξιφίῃσι φέρειν φόνον, ἄλλοθε δʼ ἄλλον
  19. δάμναται, ὅν κε κίχῃσι, φόνῳ δʼ ἐρυθαίνεται ὕδωρ·
  20. ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα