Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- αἰζηῶν στονόεντα μόθον· πάσῃσι δὲ γυῖα
- ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν
- ἠδὲ κασιγνήτων· πολιοὶ δʼ ἅμα τῇσι γέροντες
- ἕζοντʼ εἰσορόωντες· ἔδον δʼ ὑπὸ κήδεσι θυμὸν
- παίδων ἀμφὶ φίλων· Ἑλένη δʼ ἐν δώμασι μίμνεν
- οἴη ἅμʼ ἀμφιπόλοισιν· ἔρυκε γὰρ ἄσπετος αἰδώς.
- οἱ δʼ ἄμοτονπονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες
- γήθεον· οὐλομένη δʼ ἐπαΰτεεν ἀμφοτέροισι
- μακρὸν Ἔρις βοόωσα· κόνις δʼ ἐρυθαίνετο λύθρῳ
- κτεινομένων· ὀλέκοντο δʼ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.
- Ἔνθʼ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα
- [Νέστορος,] Ἱππασίδην, ὁ δʼ ἀφʼ ἅρματος αἰψηροῖο
- ἤριπεν ἀμφὶ νέκυσσιν· ἄχος δέ οἱ ἔσχεν ἄνακτα·
- δείδιε γάρ, μὴ δή μιν ἐφʼ ἡνία χεῖρας ἔχοντα
- υἱὸς ἐῢς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν·
- ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλʼ ἐπὶ δίφρον
- ἆλτο θοῶς, ἵπποισι δʼ ἐκέκλετο μακρὰ τινάσσων
- εὔληρʼ, οὐδʼ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.
- καὶ τοὺς μὲν Πριάμοιο πάϊς λίπεν, ἵκετο δʼ ἄλλων
- ἐς πληθύν· πολέεσσι δʼ ὀλέθριον ὤπασεν ἦμαρ