Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο.
  2. κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μένητα,
  3. ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο
  4. Λίνδου ἐϋρρείταο, μενεπτολέμων ὅθι Καρῶν
  5. πείρατα καὶ Λυκίης ἐρικύδεος ἄκρα πέλονται.
  6. εἷλε δʼ ἄρʼ αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα·
  7. τῷ δʼ ἄρʼ ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα,
  8. τὸν μὲν ὑπὸ κραδίην, τὸν δʼ ἐς κληῖδα τυχήσας·
  9. δάμνατο δʼ ἄλλοθεν ἄλλον· ἐπέστενε δʼ αἶα νέκυσσι
  10. Τρώων· οἱ δʼ ὑπόεικον ἐοικότες αὐαλέοισι
  11. θάμνοις, οὓς ὀλοοῖο πυρὸς κατεδάμνατʼ ἀϋτμὴ
  12. ῥηιδίως ἐπιόντος ὀπωρινοῦ Βορέαο·
  13. ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.
  14. Αἰνείας δʼ ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην
  15. πλήξας χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
  16. ὀστέα σὺν πήληκι· λίπεν δʼ ἄφαρ ὀστέα θυμός.
  17. Τυδείδης δʼ Εὔμαιον ἕλεν θοόν, ὅς ῥά τʼ ἔναιε
  18. Δάρδανον αἰπήεσσαν, ἵνʼ Ἀγχίσαο πέλονται
  19. εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν.
  20. ἔνθʼ Ἀγαμέμνων κτεῖνεν ἐῢν Στράτον· οὐδʼ ὅ γε Θρῄκην