Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης
  2. ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,
  3. ὁππότε χεῖμʼ ἀλεγεινὸν ἀλεγεινὸν ἀν̔ εὐρέα βένθεα πόντου
  4. μαίνετʼ, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη
  5. κύμασι λευγαλέοισι, τὰ δʼ ἄλλοθεν ἄλλα φέρονται
  6. οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δʼ ἀλεγεινὴ
  7. ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή·
  8. ὣς οἳ γʼ ἀμφοτέρωθεν ἐπʼ Ἄρεα συμφορέοντο
  9. σμερδαλέον μεμαῶτες· ἔρις δʼ ὀρόθυνε καὶ ἀλκὴ.
  10. σὺν δʼ ἔβαλον βροντῇσιν ἐοικότες ἤ στεροπῇσιν,
  11. αἵ τε μέτα κτυπέουσι διʼ ἠέρος, ὁππότʼ ἀῆται
  12. λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες
  13. σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο
  14. ἀνδράσιν, οἵ τʼ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται·
  15. ὣς οἵ γʼ ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δʼ ἔγχος
  16. συμφέρετʼ, ἀσπίδι δʼ ἀσπίς, ἐπʼ ἀνέρα δʼ ἤιεν ἀνὴρ.
  17. πρῶτος δʼ ὄβριμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
  18. δάμνατʼ ἐῢν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα
  19. υἷας Ἀλεξινόμοιο δαΐφρονος, ὅς τʼ ἐνὶ κοίλῃ
  20. Καύνῳ ναιετάασκε διειδέος ἀγχόθι λίμνης