Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἵκετʼ ἀπὸ πτολέμοιο, φίλης δʼ ἑκὰς ἔφθιτο πάτρης.
  2. Μηριόνης δʼ ἐδάμασσε Χλέμον Πεισήνορος υἷα
  3. ἀντιθέου Γλαύκοιο φίλον καὶ πιστὸν ἑταῖρον
  4. ὅς ῥά τε ναιετάασκε παρὰ προχοῇς Λιμυροῖο,
  5. καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες
  6. Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος,
  7. πάντες, ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο
  8. αἰπύ τε Μασσικύτοιο ῥίον ῥωχμόν τε Χιμαίρης.
  9. ἄλλος δʼ ἄλλον ἔπεφνε κατὰ μόθον· ἐν δʼ ἄρα τοῖσιν
  10. Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
  11. δυσμενέσιν· πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν
  12. Εὔρυτον, αὐτάρ ἔπειτα Μενοίτιον αἰολομίτρην,
  13. ἀντιθέους ἑτάρους Ἐλεφήνορος· ἀμφὶ δʼ ἄρα σφὶν
  14. Ἅρπαλον, ὅς ῥʼ Ὀδυσῆος ἐΰφρονος ἔσκεν ἑταῖρος·
  15. ἀλλʼ ὁ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον, οὐδʼ ἐπαμύνειν
  16. ἔσθενεν ᾧ θεράποντι δεδουπότι· τοῦ δʼ ἄρʼ ἐταῖρος
  17. Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη,
  18. καὶ βάλεν Εὐρυπύλοιο καταντίον· ἀλλά μιν οὔτι
  19. οὔτασεν, οὕνεκά οἱ κρατερόν δόρυ τυτθὸν
  20. ἔμπεσε Μελανίωνι δαΐφρονι, τόν ποτε μήτηρ