Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ
  2. ---
  3. χηραμοῦ ἐκποτέονται, ἐελδόμενοι χρόα θεῖναι
  4. ἀνδρόμεον, πάντες δὲ περὶ στέγος ὁρμαίνοντες
  5. τεύχουσιν μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν
  6. ὣς οἵ γʼ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο
  7. μαιμώωντες Ἄρηι· πολὺς δʼ ἐστείνετο χῶρος.
  8. πᾶν πεδίον δʼ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν
  9. ἠελίου καθύπερθεν ἀπείριτα μαρμαίροντος·
  10. οἷον δὲ νέφος εἶσι διʼ ἠέρος ἀπλήτοιο
  11. πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,
  12. ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη
  13. ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη·
  14. ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε
  15. νηῶν βαιὸν ἄπωθε· κόνις δʼ εἰς οὐρανὸν εὐρὺν
  16. πέπτατʼ ἀειρομένη· κανάχιζε δὲ τεύχεα φωτῶν,
  17. σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δʼ ἐπὶ μῶλον
  18. ἵπποι ἐπεχρεμέτιζον· ἐὴ δʼ ἐκέλευεν ἔκαοτον
  19. ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.
  20. ὡς δʼ ὅτε κύματα μακρὰ δύο κλονέουσιν ἀῆται