Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλʼ Ἀχιλῆα
- φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.
- ὣς εἰπὼν ὤμοισι πατρώια δύσατο τεύχη
- πάντοθε μαρμαίροντα· Θέτις δʼ ἠγάλλετο θυμῷ
- ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο.
- καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο
- ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν·
- οἷος δʼ ἐκ περάτων ἀναφαίνεται ὠκεανοῖο
- ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,
- πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρματι συμφέρετʼ ἀστὴρ
- Σείριος, ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον·
- τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως
- υἱὸς Ἀχιλλῆος· φόρεον δέ μιν ἄμβροτοι ἵπποι,
- τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι
- ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν·
- ἵπποι δʼ αὖτʼ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα
- εἴκελον Αἰακίδῃ· τῶν δʼ ἄφθιτον ἦτορ ἐώλπει
- ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔτι χερείω.
- ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν
- ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες