Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σπερχόμενοι, τῶν δʼ ἶσον ἀέξεται εἰς ἔριν ἔργον,
  2. οὕνεκʼ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε·
  3. ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα
  4. ἶσα πέλεν· Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ
  5. μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ;
  6. Ἀργεῖοι δ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος.
  7. κτεῖνον δʼ ἀλλήλους· ὀλοὴ δʼ ἀνὰ μέσσον Ἐνυὼ
  8. στρωφᾶτʼ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους
  9. καὶ χέρας· ἐκ δέ οἱ αἰνὸς ἀπὸ μέλεων ῥέεν ἱδρώς·
  10. οὐδʼ ἑτέροισιν ἄμυνεν, ἴσῃ δʼ ἐπετέρπετο χάρμῃ
  11. ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.
  12. ἔνθα Νεοπτόλεμος τηλέκλειτον Περιμήδεα
  13. δάμναθʼ, ὃς οἰκίʼ ἔναιε παρὰ Σμινθήιον ἄλσος·
  14. τῷ δʼ ἔπι Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον
  15. καὶ κρατερὸν Περίλαον ἐϋμμελίην τε Μενάλκην,
  16. ὃν τέκετʼ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης
  17. τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων·
  18. ἀλλʼ ὁ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐνὶ πατρίδι γαίῃ·
  19. παιδὸς δʼ οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα
  20. χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο