Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Δηίφοβος δὲ Λυκῶνα μενεπτόλεμον κατέπεφνε
  2. τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δʼ ἔγχεϊ μακρῷ
  3. ἔγκατα πάντʼ ἐχύθησαν· ὅλη δʼ ἐξέσσυτο νηδύς.
  4. Αἰνείας δὲ Δύμαντα κατέκτανεν, ὃς τὸ πάροιθεν
  5. Αὐλίδα ναιετάασκε, συνέσπετο δʼ Ἀρκεσιλάῳ
  6. ἐς Τροίην· ἀλλʼ οὔτι φίλην πάλιν ἔδρακε γαῖαν.
  7. Εὐρύαλος δʼ ἐδάμασσε βαλὼν ἀλεγεινὸν ἄκοντα
  8. Ἀστραῖον· τοῦ δʼ αἶψα διὰ στέρνοιο ποτήθη
  9. αἰχμὴ ἀνιηρή, στομάχου δʼ ἀπέκερσε κελεύθους
  10. ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ.
  11. τοῦ δʼ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ
  12. Ἱππομένην, Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον,
  13. τύψας ἐς κληῖδα θοῶς· σὺν δʼ αἵματι θυμὸς
  14. ἔκθορεν ἐκ μελέων· ὀλοὴ δέ μιν ἀμφεχύθη νύξ.
  15. Τεύκρῳ δʼ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,
  16. καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας·
  17. ἀλλά οἱ οὔτι τύχησεν ἀλευαμένου μάλα τυτθόν·
  18. ἔμπεσε δʼ ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ
  19. λαιὸν ἐς ὀφθαλμόν, διὰ δʼ οὔατος ἐξεπέρησε
  20. δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι