Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μάρνασθʼ Ἀργείοισι κατὰ κλόνον· ἀλλʼ ἄγε θυμῷ
  2. τλῆτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε·
  3. οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀΐομαι ἄλλον ἱκέσθαι
  4. ἀλκτῆρα πτολέμοιο· τί γὰρ ποτὶ δῆριν Ἄρηος
  5. λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνει;
  6. ὅς νῦν ἦμιν ἵκανεν ἐπίρροθος· ἀλλὰ καὶ αὐτοὶ
  7. μνήσασθε πτολέμοιο, δέος δʼ ἀπὸ νόσφι βάλεσθε.
  8. ὣς φάτο· τοὶ δʼ ἵσταντο καταντίον Ἀργείοισιν·
  9. ἠΰτʼ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο
  10. φεύγοντες τὸ πάροιθε βίην τρέψωσι μάχεσθαι
  11. ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν·
  12. ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος
  13. δείματος ἐκτὸς ἔσαν· κατὰ δʼ ἀντίον ἀνέρος ἀνὴρ
  14. μάρνατο θαρσαλέως· περὶ δʼ ἔκτυπεν ἔντεα φωτῶν
  15. θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν·
  16. αἰχμαὶ δʼ ἐς χρόα δῦνον· ἐδεύετο δʼ αἵματι πολλῷ
  17. δεινὸς Ἄρης· ὀλέκοντο δʼ ἀνὰ μόθον ἄλλος ἐπʼ ἄλλῳ
  18. μαρναμένων ἑκάτερθε· μάχη δʼ ἔχεν ἶσα τάλαντα.
  19. ὡς δʼ ὁπότʼ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς
  20. ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ