Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο
  2. κρύβδʼ ἄλλων μακάρων· φόρεον δέ μιν ἐς μόθον ἵπποι
  3. αἴθων καὶ Φλόγιος, Κόναβος δʼ ἐπὶ τοῖσι Φόβος τε,
  4. τοὺς Βορέῃ κελάδοντι τέκε βλοσυρῶπις Ἐριννὺς
  5. πῦρ ὀλοὸν πνείοντας· ὑπέστενε δʼ αἰόλος αἰθὴρ
  6. ἐσσυμένων ποτὶ δῆριν. ὁ δʼ ὀτραλέως ἀφίκανεν
  7. ἐς Τροίην· ὑπὸ δʼ αἶα μέγʼ ἔκτυπε θεσπεσίοισιν
  8. ἵππων ἀμφὶ πόδεσσι· μολὼν δʼ ἄγχιστα κυδοιμοῦ
  9. πῆλε δόρυ βριαρόν· μέγα δʼ ἴαχε Τρωσὶ κελεύων
  10. ἀντιάαν δηίοισι κατὰ κλόνον· οἱ δʼ ἀΐοντες
  11. θεσπεσίην ὄπα πάντες ἐθάμβεον· οὐ γὰρ ἴδοντο
  12. ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους·
  13. ἠέρι γὰρ κεκάλυπτο. νόησε δὲ θέσκελον αὐδὴν
  14. ἔκποθεν ἀΐσσουσαν ἄδην εἰς οὔατα Τρώων
  15. ἀντιθέου Ἑλένοιο κλυτὸς νόος· ἐν δʼ ἄρα θυμῷ
  16. γήθησεν καὶ λαὸν ἀπεσσύμενον μέγʼ ἀΰτει·
  17. ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος
  18. υἱέα θαρσαλέον; θνητός νύ τίς ἐστι καὶ αὐτός,
  19. οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος, ὃς μέγʼ ἀρήγει
  20. ἧμιν ἐελδομένοισι· βοᾷ δʼ ὅ γε μακρὰ κελεύων