Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἦμος δʼ ἠελίοιο φάος περικίδνατο γαῖαν
  2. ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,
  3. δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες
  4. θωρήσσονθʼ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν·
  5. καὶ τοὺς μὲν πάϊς ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν
  6. ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,
  7. τοὺς δʼ ἄρα Τηλεφίδαο μέγα σθένος· ἦ γὰρ ἐώλπει
  8. τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τʼ ἀμαθῦναι
  9. ἐν πυρὶ λευγαλέῳ, λαοὺς δʼ ὑπὸ χερσὶ δαΐξαι.
  10. ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ
  11. μαψιδίῃ· κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι
  12. πολλὸν καγχαλάσκον ἐτώσια μητιόωντι.
  13. καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς
  14. θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι·
  15. κέκλυτέ μευ, θεράποντες, ἀρήϊον ἐν φρεσὶ θυμὸν
  16. θέντες, ἵνʼ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ
  17. δυσμενέεσσι δὲ πῆμα γενώμεθα· μηδέ τις ἡμέων
  18. ταρβείτω· κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ
  19. γίνεται ἀνθρώποισι· δέος δὲ βίην ἀμαθύνει
  20. καὶ νόον· ἀλλʼ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε,