Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. θαρσαλέους κατέτευξεν ἰὼν ἐπὶ δῆριν ἑτοίμως·
  2. τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν
  3. ἄσπετα δῶρα διδόντες, ἅ τʼ ἀνέρι πλοῦτον ὀφέλλει·
  4. οἱ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ γυναῖκας
  5. δμωίδας, οἱ δʼ ἄρα χαλκὸν ἀάσπετον, οἱ δὲ σίδηρον,
  6. ἄλλοι δʼ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν
  7. ἵππους τʼ ὠκύποδας καὶ ἀρήϊα τεύχεα φωτῶν
  8. φάρεά τʼ εὐποίητα γυναικῶν κάλλιμα ἔργα·
  9. τοῖς ἔπι θυμὸν ἴαινε Νεοπτολέμοιο φίλον κῆρ.
  10. καί ῥʼ οἱ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο
  11. υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες
  12. ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δʼ Ἀγαμέμνων
  13. πόλλʼ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν·
  14. ἀτρεκέως πάϊς ἐσσὶ θρασύφρονος Αἰακίδαο,
  15. ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος
  16. καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένα ἔνδον ἔοικας·
  17. τῷ σοι ἐγὼ μέγα θυμὸν ἰαίνομαι· ἦ γὰρ ἔολπα
  18. σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήϊα φῦλα
  19. καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,
  20. οὕνεκα πατρὶ ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω