Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τείρομαι· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
  2. κείνου ἔτι ζώοντος· ὁ καὶ πέλει ἀνέρι κῦδος
  3. κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.
  4. ἀλλά, τέκος, κείνου μὲν ἐγὼν οὐ λήσομαι ἦτορ
  5. ἀχνύμενος· σὺ δὲ μήτι χαλέπτεο πένθεϊ θυμόν·
  6. ἀλλʼ ἄγε Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς
  7. τειρομένοις ἐπάμυνε μέγʼ ἀμφʼ ἀγαθοῖο τοκῆος
  8. χωόμενος δηίοισι· κλέος δέ τοι ἔσσεται ἐσθλὸν
  9. Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα·
  10. τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων
  11. σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος.
  12. ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
  13. ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηϊοτῆτα
  14. αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης.
  15. ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς
  16. σεύεσθʼ ἐν τεύχεσσιν ἑοῦ πατρός· ἀλλά μιν ἔσχε
  17. νύξ, ἥ τʼ ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα
  18. ἔσσυτʼ ἀπʼ ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ.
  19. Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι
  20. κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκʼ ἄρʼ αὐτοὺς