Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα
  2. χωόμενος Πατρόκλοιο δεδουπότος· ἀλλʼ ὁ μὲν ἤδη
  3. ἐστὶ σὺν ἀθανάτοισι· σὲ δʼ ἐκ μακάρων προέηκε
  4. σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι.
  5. ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
  6. εἴθε μιν, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,
  7. ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα
  8. οὔτι καταισχύνοντα βίην πατρός, ὥσπερ ὀΐω
  9. ἔσσεσθʼ, ἤν με σάωσιν ἀκηδέες Οὐρανίωνες.
  10. ὣς ἄρʼ ἔφη πινυτῇσιν ἀρηράμενος φρεσὶ θυμόν·
  11. λαοὶ δʼ ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον.
  12. ἀλλʼ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
  13. δὴ τότʼ ἄρʼ Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς
  14. ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίην ἀφίκανε
  15. πατρὸς ἑοῦ. τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων
  16. ἔντεά οἱ παρέκεινθʼ· αἱ δʼ ἀμφί μιν ἄλλοθεν ἄλλαι
  17. χήρην ληιάδες κλισίην ἐπιπορσύνεσκον
  18. ὡς ζώοντος ἄνακτος· ὁ δʼ ὡς ἴδεν ἔντεα Τρώων
  19. καὶ δμωάς, στονάχησεν· ἔρως δέ μιν εἷλε τοκῆος·
  20. ὡς δʼ ὅτʼ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα