Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρονται.
  2. ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,
  3. ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγἐ ἀνατλὰς
  4. ἔλθῃ ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι·
  5. ὣς ὁ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν
  6. ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον·
  7. χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος, ὅν ποτʼ ἔγωγε
  8. τυτθὸν ἐόντʼ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι
  9. προφρονέως· ὁ δʼ ἄρʼ ὦκα θεῶν ἐρικυδέϊ βουλῇ
  10. ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο· καί οἱ ἔγωγε
  11. γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ ἀλκήν·
  12. ἔσκε δέ μοι μέγʼ ὄνειαρ· ἴσον δέ ἑ παιδὶ τίεσκον
  13. τηλυγέτῳ· ὁ δʼ ἄρʼ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ·
  14. κείνῳ μὲν γὰρ ἔγωγε πατήρ, ὁ δʼ ἄρʼ υἱὸς ἔμοιγε
  15. ἔσκε νόῳ· φαίης κεν ἰδὼν ἑνὸς αἵματος εἶναι
  16. εἵνεχʼ ὁμοφροσύνης· ἀρετῇ δʼ ὅ γε φέρτερος ἦεν
  17. πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει.
  18. τῷ σύγε πάμπαν ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω
  19. ζωὸν ἔτʼ Ἀργείοισι μετέμμεναι· οὗ μʼ ἄχος ὀξὺ
  20. ἀμφέχει ἤματα πάντα, λυγρῷ δʼ ἐπὶ γήραϊ θυμὸν