Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. βλήμενος ἐς κραδίην, ὁ δὲ χερμαδίῳ ἀλεγεινῷ
  2. κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ,
  3. ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.
  4. ἀμφὶ δʼ ἄρα σφίσι φῦλα περικτείνοντο καὶ ἄλλων
  5. μυρία δυσμενέων· μέγα δʼ Ἄρεος ἔργον ὀρώρει,
  6. μέσφʼ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δʼ ἠὼς
  7. ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο
  8. χάσσατο τυτθὸν ἄπωθε νεῶν· οἱ δʼ ἀγχόθι πύργων
  9. βαιὸν ἀνέπνευσαν· καὶ δʼ αὐτοὶ Τρώιοι υἷες
  10. ἀμπαύοντο μόθοιο δυσηχέος, οὕνεκʼ ἐτύχθη
  11. φύλοπις ἀργαλέη περὶ τείχεϊ. καί νύ χʼ ἅπαντες
  12. Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,
  13. εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάϊς ἤματι κείνῳ
  14. δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν
  15. Εὐρύπυλον. τῷ δʼ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ,
  16. καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι·
  17. ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,
  18. ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφʼ Ἀχιλῆος,
  19. χάρμα δʼ ἄρʼ, οὕνεκά οἱ κρατερὸν παῖδʼ εἰσενόησε·
  20. κλαῖε δʼ ὅ γʼ ἀσπασίως, ἐπεὶ οὔποτε φῦλʼ ἀνθρώπων