Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πολλῶν βαλλομένων· ἀλλʼ ὡς νιφάδες περὶ πέτρην
  2. πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ
  3. εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο·
  4. τοῖς ἐπικαγχαλόων κρατερὸς πάϊς Αἰακίδαο
  5. φοίτα μακρὰ βοῶν περὶ τείχεϊ πολλὰ κελεύων
  6. ἐς μόθον Ἀργείοισιν ἀταρβέσιν, οὕνεκα πάντων
  7. πολλὸν ἔην ὄχʼ ἄριστος, ἔχεν δʼ ἔτι θυμὸν ὁμοκλῆς
  8. λευγαλέης ἀκόρητον, ἑοῦ δʼ ἄρα μήδετο πατρὸς
  9. τίσεσθʼ ἀλγινόεντα φόνον· κεχάροντο δʼ ἄνακτι
  10. Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀϋτή.
  11. Ἕνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος,
  12. ὅς γόνος ἔσκε Δύμαντος, ἔχεν δʼ ἐρικυδέας υἷας,
  13. εἰδότας εἶ μὲν ἄκοντα βαλεῖν, εὖ δʼ ἵππον ἐλάσσαι
  14. ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,
  15. τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρʼ ὄχθῃς
  16. Σαγγαρίου, Κέλτον τε καὶ Εὔβιον· οὐδʼ ἀπόναντο
  17. ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι
  18. παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο·
  19. ἄμφω δʼ ὡς ἴδον ἦμαρ ὁμῶς, ὥς κάτθανον ἄμφω
  20. χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι