Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς ἄρα κύδιμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
  2. λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήϊα φῦλα
  3. ἀντἲ ἐπεσσυμένων· πονέοντο δὲ πάντες Ἀχαιοὶ
  4. ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δʼ εὐρὺς
  5. αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ
  6. τείχεα βαλλομένων. κάματος δʼ ὑπεδάμνατο λαοὺς
  7. ἄσπετος ἀμφοτέρωθε, λύοντο δὲ γυῖα καὶ ἀλκὴ
  8. αἰζηῶν· ἀλλʼ οὔτι μενεπτολέμου Ἀχιλῆος
  9. ἄμφεχεν υἱέα δῖον, ἐπεὶ δέ [*](Zimmermann, for ῥα of v.) οἱ ὄβριμον ἦτορ
  10. πάμπαν ἔην ἄτρυτον, ἀνιηρὸν δέος [*](Zimmermann, for δέ οἱ of v.) οὔτι
  11. ἥψατο μαρναμένοιο· μένος δʼ ἀκάμαντι ἐῴκει
  12. ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ
  13. οὔποτʼ ἰοῦσʼ ἐφόβησε, καὶ εἰ μέγα μαίνετʼ ἀήτης
  14. Ἡφαίστου κλονέων ἱερὸν μένος, ἤν γὰρ ἵκηται
  15. ἐγγὺς ἐπὶ προχοῇσι μαραίνεται, οὐδέ οἱ ἀλκὴ
  16. ἅψασθʼ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο·
  17. ὥς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ
  18. οὔτε μόγος στονόεις οὔτʼ ἄρ δέος ἥψατο γούνων
  19. αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.
  20. οὐ μὴν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε