Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τῶν δʼ ἄρʼ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα
  2. κάλλιπεν Οὐλύμποιο θυωδέος αἰπὰ μέλαθρα·
  3. βῆ δʼ ἄρʼ ὑπὲρ κορυφὰς [*](Zimmermann, for κεφαλῆς of v.) ὀρέων· οὐδʼ ἴχνεσι γαίης
  4. ψαῦε μέγʼ ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ
  5. εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δʼ ἀνέμοιο.
  6. Τροίην δʼ αἶψʼ ἀφίκανε, πόδας δʼ ἐπέθηκε κολώνῃ
  7. Σιγέου ἠνεμόεντος· ἐδέρκετο δʼ ἔνθεν ἀϋτὴν
  8. ἀγχεμάχων ἀνδρῶν, κύδαινε δὲ πολλὸν Ἀχαιούς.
  9. υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων
  10. θάρσος ὁμοῦ καὶ κάρτος, ἅ τʼ ἀνδράσιν εἰς ἕν ἰόντα
  11. τεύχουσιν μέγα κῦδος· ὁ δʼ ἀμφοτέροισι κέκαστο,
  12. οὕνεκʼ ἔην Διὸς αἷμα, φίλῳ δʼ ἤικτο τοκῆι·
  13. τῷ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.
  14. ὡς δʼ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης
  15. τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο
  16. νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δʼ ὑπʼ ἀϋτμῇ
  17. μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἱ δὲ κελαίνης
  18. ἐξ ἁλὸς ἀΐσσουσι μεμαότες ὕστατον αἴγλην
  19. εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ
  20. κτείνει ἑπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπʼ ἄγρῃ·