Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- οἱ δʼ ἄρʼ ἀμηχανὶῃ βεβολημένοι ἔνδοθεν ἦτορ
- Τρῶες ἔφαντʼ Ἀχιλῆα πελώριον εἰσοράασθαι
- αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν
- κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται
- ἐς φρένα Κητείων μηδʼ Εὐρυπύλοιο ἄνακτος·
- αὐτοῦ δʼ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες
- μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο·
- αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμʼ ἀλεγεινόν.
- ὡς δʼ ὅτε παιπαλόεσσαν ὁδὸν κάτα ποσσὶν ἰόντες
- ἀνέρες ἀθρήσωσιν ἀπʼ οὔρεος ἀΐσσοντα
- χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτῃ,
- οὐδʼ ἔτι οἱ μεμάασιν ἀνὰ ῥόον ἠχὴεντα
- δύμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον
- δερκόμενοι τρομέουσι καὶ οὐκ ἀλέγουσι κελεύθου·
- ὣς ἅρα Τρῶες ἔμιμνον ἐελδόμενοί περ ἀλύξαι
- ---
- τεῖχος ὔπʼ Ἀργείων· τοὺς δʼ Εὐρύπυλος θεοειδὴς
- αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπει
- πολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα
- χεῖρα καμεῖν καὶ κάρτος· ὁ δʼ οὐκ ἀπέληγε μόθοιο.