Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μάρνασθʼ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν·
  2. ἤν δέ ποτʼ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,
  3. ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας
  4. ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλʼ ἅμα πάντες
  5. κείσεσθʼ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.
  6. ὣς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη
  7. ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθεν
  8. χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὅς μιν ἔμελλε
  9. δάμνασθʼ οὐ μετὰ δηρὸν ὑπʼ ἔγχεϊ μαιμώωντι
  10. οὐδὲ μὲν οὐδὲ τότʼ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,
  11. ἀλλʼ ἄρα Τρῶας ἔναιρεν ἀφʼ ἕρκεος· οἱ δʼ ἐφέβοντο
  12. βαλλόμενοι καθύπερθε· περικλονέοντο δʼ ἀνάγκῃ
  13. Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει·
  14. ὡς δʼ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο
  15. πτώσσουσι βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι
  16. ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστοναχίζεται αἰθήρ·
  17. ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν
  18. ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο
  19. πᾶν θʼ ὅ [*](Zimmermann, for πᾶν ὅ τι of Koechly.) τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα,
  20. δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἅρηα.