Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης
  2. βένθεα· θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς.
  3. τοῖσι δʼ ἄρʼ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι
  4. Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη
  5. τύμβος τʼ Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔτι
  6. υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ
  7. δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ
  8. θυμὸς ἐνὶ στήθεσσι. παρημείβοντο δὲ νήσους
  9. αἶψα Καλυδναίας· Τένεδος δʼ ἀπελείπετʼ ὀπίσσω·
  10. φαίνετο δʼ αὖτʼ Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου
  11. σῆμα πέλει πτελέῃσι κατάσκιον αἰπεινῇσιν,
  12. αἵ ῥʼ ὁπότʼ ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο
  13. Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐαίνεται ἄκρα.
  14. νῆα δʼ ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης·
  15. ἵκετο δʼ ᾗχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες
  16. Ἀργείων, οἵ τῆμος ὀϊζυρῶς πονέοντο
  17. μαρνάμενοι περὶ τεῖχος, ὅπερ πάρος αὐτοὶ ἔδειμαν
  18. νηῶν ἔμμεναι ἕρκος ἐϋσθενέων θʼ ἅμα λαῶν
  19. ἐν πολέμῳ· τὸ δʼ ἄρʼ ἤδη ὑπʼ Εὐρυπύλοιο χέρεσσι
  20. μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ,