Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. εἰ μὴ ἄρʼ αἶψʼ ἐνόησε κραταιοῦ Τυδέος υἱὸς
  2. βαλλόμενʼ ἕρκεα μακρά· θοῆς δʼ ἄφαρ ἔκθορε νηός,
  3. θαρσαλέως δʼ ἐβόησεν, ὅσον χάδε οἱ κέαρ ἔνδον·
  4. ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι
  5. σήμερον· ἀλλʼ ἄγε θάσσον ἐς αἰόλα τεύχεα δύντες
  6. ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν·
  7. ἤδη γὰρ πύργοισιν ἐφʼ ἡμετέροισι μάχονται
  8. Τρῶες ἐϋπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ
  9. ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλʼ αἰνῶς·
  10. νῶϊν δʼ οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν
  11. ἔσσεται· ἀλλὰ καὶ αὐτοὶ ὑπέρ μόρον αἶψα δαμέντες
  12. κεισόμεθʼ ἐν Τροίῃ, τεκέων ἑκὰς ἠδὲ γυναικῶν.
  13. ὣς φάτο· τοὶ δʼ ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν
  14. πανσυδίῃ· πάντας γὰρ ἕλε τρόμος εἰσαΐοντας
  15. νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὕνεκʼ ἐῴκει
  16. πατρὶ φίλῳ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης.
  17. καρπαλίμως δʼ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος·
  18. ἡ γὰρ ἔην ἄγχιστα νεὼς κυανοπρώροιο·
  19. πολλὰ δʼ ἄρʼ ἐξημοιβὰ παραυτόθι τεύχεα κεῖτο,
  20. ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων